Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.213 Joseph. AJ 5.218 (English) >>Joseph. AJ 5.222

5.216ἵνα μάθωσιν οὖν βοηθείας τῆς αὐτοῦ τὸ ἔργον, συνεβούλευε περὶ μεσοῦσαν τὴν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμὸν καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτως πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δʼ ἂν ἐσπευσμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν τούτους δειλοὺς νομίζειν καὶ καταπεπληγότας τοὺς πολεμίους. 5.217ποιήσαντος δὲ τοῦ Γεδεῶνος κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ φόβου προσενεγκάμενοι τὸ ὕδωρ τεταραγμένως, ἔφησέ τε θεὸς τούτους ἐπαγόμενον ἐπιχειρεῖν τοῖς πολεμίοις. ἐστρατοπεδεύοντο δὲ ὑπὲρ τοῦ Ἰορδάνου μέλλοντες εἰς τὴν ἐπιοῦσαν περαιοῦσθαι. 5.218

Γεδεῶνος δʼ ἐν φόβῳ καθεστῶτος, καὶ γὰρ νυκτὸς ἐπιχειρεῖν αὐτῷ θεὸς προειρήκει, τοῦ δέους αὐτὸν ἀπαγαγεῖν βουλόμενος κελεύει προσλαβόντα ἕνα τῶν στρατιωτῶν πλησίον χωρεῖν ταῖς Μαδιηνιτῶν σκηναῖς· παρʼ αὐτῶν γὰρ ἐκείνων λήψεσθαι φρόνημα καὶ θάρσος. 5.219πεισθεὶς δὲ ᾔει Φρουρὰν τὸν ἑαυτοῦ θεράποντα παραλαβών, καὶ πλησιάσας σκηνῇ τινι καταλαμβάνει τοὺς ἐν αὐτῇ ἐγρηγορότας καὶ τὸν ἕτερον ὄναρ διηγούμενον τῷ συσκηνοῦντι, ὥστε ἀκούειν τὸν Γεδεῶνα. τὸ δὲ τοιοῦτον ἦν· μᾶζαν ἐδόκει κριθίνην ὑπʼ εὐτελείας ἀνθρώποις ἄβρωτον διὰ τοῦ στρατοπέδου κυλιομένην τὴν τοῦ βασιλέως σκηνὴν καταβαλεῖν καὶ τὰς τῶν στρατιωτῶν πάντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.213 Joseph. AJ 5.218 (English) >>Joseph. AJ 5.222

Powered by PhiloLogic